Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.84 Joseph. AJ 6.89 (English) >>Joseph. AJ 6.92

6.87ἐλέγξαι δὲ εἰ καὶ τῶν τοιούτων τι προσηκάμην μόσχον πρόβατον, πρὸς τροφὴν ἀνεμέσητον δοκεῖ λαμβάνειν, εἴ τινος ὑποζύγιον εἰς ἐμὴν ἀποσπάσας χρείαν ἐλύπησα, τούτων ἕν τι κατειπεῖν παρόντος ὑμῶν τοῦ βασιλέως.” οἱ δὲ ἀνέκραγον τούτων οὐδὲν ὑπʼ αὐτοῦ γεγονέναι, προστῆναι δὲ ὁσίως αὐτὸν καὶ δικαίως τοῦ ἔθνους. 6.88

Σαμουῆλος δὲ ταύτης ἐξ ἁπάντων τῆς μαρτυρίας αὐτῷ γενομένηςἐπεὶ δεδώκατέ μοι, φησί, τὸ μηδὲν ἄτοπον ἔθʼ ὑμᾶς περὶ ἐμοῦ δύνασθαι λέγειν, φέρε νῦν μετὰ παρρησίας ἀκούσατέ μου λέγοντος, ὅτι μεγάλα ἠσεβήσατε εἰς τὸν θεὸν αἰτησάμενοι βασιλέα. 6.89διαμνημονεύειν δὲ ὑμᾶς προσῆκεν, ὅτι σὺν ἑβδομήκοντα μόνοις ἐκ τοῦ γένους ἡμῶν πάππος Ἰάκωβος διὰ λιμὸν εἰς Αἴγυπτον ἦλθε, κἀκεῖ πολλῶν μυριάδων ἐπιτεκνωθεισῶν, ἃς εἰς δουλείας καὶ χαλεπὰς ὕβρεις ἤγαγον οἱ Αἰγύπτιοι, θεὸς εὐξαμένων τῶν πατέρων χωρὶς βασιλέως παρέσχεν αὐτοῖς ῥύσασθαι τῆς ἀνάγκης τὸ πλῆθος Μωυσῆν αὐτοῖς καὶ Ἀαρῶνα πέμψας ἀδελφοὺς, οἳ ἤγαγον ὑμᾶς εἰς τήνδε τὴν γῆν, ἣν νῦν ἔχετε. 6.90καὶ τούτων ἀπολαύσαντες ἐκ τοῦ θεοῦ προδεδώκατε τὴν θρησκείαν καὶ τὴν εὐσέβειαν. οὐ μὴν ἀλλὰ καὶ τοῖς πολεμίοις ὑποχειρίους γενομένους ἠλευθέρωσε πρῶτον μὲν Ἀσσυρίων καὶ τῆς ἐκείνων ἰσχύος ὑπερτέρους ἀπεργασάμενος, ἔπειτα Ἀμμανιτῶν κρατῆσαι παρασχὼν καὶ Μωαβιτῶν καὶ τελευταίων Παλαιστίνων. καὶ ταῦτʼ οὐ βασιλέως ἡγουμένου διεπράξασθε, ἀλλʼ Ἰφθάε καὶ Γεδεῶνος στρατηγούντων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.84 Joseph. AJ 6.89 (English) >>Joseph. AJ 6.92

Powered by PhiloLogic